Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.36 Dem. 58.40 (English) >>Dem. 58.42

58.38ἀλλὰ τὸν μὲν δῆμον συγχωροῦντα τὴν σύνταξιν διδόναι τοὺς Αἰνίους ὅσην Χάρητι τῷ στρατηγῷ συνεχώρησαν, τοῦτον δὲ τὸν μιαρὸν παραδεξάμενον Χαρίνῳ τῷ προδότῃ ταὐτὰ πράττειν, ὅπερ ἦν ἀναγκαῖον αὐτοῖς, τοῦτʼ ἔπραξαν· εἵλοντο γὰρ τῶν παρόντων κακῶν τὰ ἐλάχιστα. καίτοι τί χρὴ νομίζειν αὐτοὺς πάσχειν ὑπὸ τῶν ἐνθάδε γραφομένων, οἷς ἦν αἱρετώτερον φρουρὰν ὑποδέχεσθαι καὶ βαρβάρων ἀκούειν, ὑμῶν ἀποστάντας; ἀλλʼ οἶμαι τὴν τούτων πονηρίαν ὑμεῖς μόνοι δύνασθε φέρειν, ἄλλος δʼ οὐδεὶς τῶν Ἑλλήνων.

58.39ὅτι μὲν οὖν οὔτε διὰ τὰς γραφὰς τὰς ἀνεγνωσμένας οὔτε διʼ ἄλλην αἰτίαν οὐδεμίαν ἄξιόν ἐστιν παρὰ πάντας τοὺς νόμους τοὺς περὶ τῶν ἐνδείξεων ἀφεῖναι Θεοκρίνην, σχεδὸν καὶ διὰ τῶν εἰρημένων φανερόν ἐστιν. ἐγὼ δὲ τὰς μὲν τούτων προφάσεις, ἄνδρες δικασταί, καὶ τὰς κατηγορίας καὶ τὰς προσποιήτους ταύτας ἔχθρας οὐ λανθάνειν ὑμᾶς νομίζω. 58.40οὐ γὰρ ὀλιγάκις ἑοράκατʼ αὐτοὺς ἐπὶ μὲν τῶν δικαστηρίων καὶ τοῦ βήματος ἐχθροὺς εἶναι φάσκοντας ἀλλήλοις, ἰδίᾳ δὲ ταὐτὰ πράττοντας καὶ μετέχοντας τῶν λημμάτων, καὶ τοτὲ μὲν λοιδορουμένους καὶ πλύνοντας αὑτοὺς τἀπόρρητα, μικρὸν δὲ διαλιπόντας τοῖς αὐτοῖς τούτοις συνδεκαδίζοντας καὶ τῶν αὐτῶν ἱερῶν κοινωνοῦντας. καὶ τούτων οὐδὲν ἴσως θαυμάσαι ἄξιόν ἐστιν· φύσει τε γάρ εἰσι πονηροί, καὶ τὰς τοιαύτας προφάσεις ὁρῶσιν ὑμᾶς ἀποδεχομένους, ὥστε τί κωλύει ταύταις αὐτοὺς χρωμένους ἐξαπατᾶν ὑμᾶς πειρᾶσθαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.36 Dem. 58.40 (English) >>Dem. 58.42

Powered by PhiloLogic